Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.11
Not analysed yet
ἔστω γὰρ ὁ Ζεὺς μηκέθ’ ἡ πυρώδης καὶ αἰθέριος οὐσία ,ὥσπερ οὖν τοῖς παλαιοῖς ἐνομίζετο κατὰ τὸν Πλούταρχον, ἀλλ’ αὐτὸς ὁ ἀνωτάτω νοῦς ,ὁ τῶν ὅλων δημιουργὸς ,ὁ τὰ πάντα ζωογονῶν· πῶς οὖν ἔσται τούτου πατὴρ μὲν ὁ Κρόνος, ὅν φασιν εἶναι τὸν χρόνον ,Ῥέα δὲ μήτηρ, ἣν ὁ ἑρμηνεὺς ἔφησεν εἶναι τὴν πετρώδη καὶ ὄρειον δύναμιν ; τὴν γὰρ Ἥραν οὐκ οἶδ’ ὅπως τὸν ἀέρα τὸν καὶ αἰθέρα προσειπὼν ἀδελφὴν ὁμοῦ καὶ γυναῖκά φησιν εἶναι τοῦ κοσμοποιοῦ καὶ ζωοποιοῦ πάντων νοῦ.