Ancient Greek · ~2 min
13.15 to 13.16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.15-16
Not analysed yet
Μεταβὰς δὲ ἐκ τούτων καὶ τὰ λοιπὰ κατὰ τὸν ὅμοιον τρόπον τῆς γενναίας ἀπελέγξεις φυσιολολίας, εὐλόγως τῆς ἀναισχυντίας ἐπιμεμψάμενος τοῖς, φέρε, τὸν ἥλιον αὐτὸν εἶναι τὸν Ἀπόλλω, καὶ πάλιν τὸν Ἡρακλέα, καὶ αὖθις τὸν Διόνυσον ,καὶ τὸν ᾿Ασκληπιὸν ὁμοίως ἀποφαινομένοις. πῶς γὰρ ὁ αὐτὸς πατὴρ ἂν γένοιτο καὶ υἱὸς, Ἀσκληπιὸς ὁμοῦ καὶ Ἀπόλλων; πῶς δ’ ἂν πάλιν εἰς Ἡρακλέα μετενεχθείη, εἰ δὴ ἐκ θνητῆς γυναικὸς τῆς Ἀλκμήνης ὁ Ἡρακλῆς αὐτοῖς ὡμολόγηται; πῶς δ’ ἂν ἐμμανὴς γένοιτο καὶ σφάξειε τοὺς ἑαυτοῦ παῖδας ὁ ἥλιος, ὅτι δὴ καὶ ταῦτα προσαναγέγραπται τῷ ῾Ηρακλεῖ;