Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.17
Not analysed yet
ἀλλὰ τοὺς ἄθλους ἐπιτελοῦντα τοὺς δώδεκα τὸν Ἡρακλέα τῆς κατ’ οὐρανὸν διαιρέσεως τοῦ ζωδιακοῦ κύκλου, ὅν φασι τὸν ἥλιον περιπολεῖν, τὸ σύμβολον φέρειν. τίς οὖν ἔτι γένοιτ’ ἂν Εὐρυσθεὺς ὁ τῷ ἡλίῳ, ὥσπερ οὖν τῷ Ἡρακλεῖ, τοὺς ἄθλους ἐκτελεῖν ἐπιτάττων. ,πῶς δ’ ἂν ἐπὶ τὸν ἥλιον ἀναχθεῖεν αἱ πεντήκοντα Θεστίου θυγατέρες καὶ τὸ τῶν λοιπῶν αἰχμαλωτίδων πλῆθος ,αἷς τὸν ῾Ηρακλέα λόγος ἔχει μιγῆναι, ἐξ ὧν καὶ θνητοὶ παῖδες αὐτῷ γενόμενοι ἐπὶ μήκιστον τὴν τῶν γενῶν παρέτειναν διαδοχήν; τίς δ’ ἂν εἴη ὁ Κένταυρος, οὗ τῷ αἵματι τὸν χιτῶνα μολύνασα ἡ Δηιάνειρα τὸν ἥλιον, ὥσπερ οὖν τὸν ῾Ηρακλέα, τῇ δεδηλωμένῃ περιβάλοι ἂν συμφορᾷ;