Ancient Greek · ~3 min
13.19 to 13.20
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.19-20
Not analysed yet
εἰ δὲ καὶ Ἀσκληπιὸς αὐτοῖς πάλιν εἴη ὁ ἥλιος 5 πῶς οὗτος ὑπὸ τοῦ Δῖός κεραυνοῦται ῥυπαρὰς ἕνεκεν αἰσχροκερδείας, κατὰ τὸν Βοιώτιον μελοποιὸν Πίνδαρον ὧδέ πως λέγοντα Ἔτραπεν κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς, . . . χερσὶ δ’ ἄρα Κρονίων ῥίψαις δι’ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκηψεν μόρον. τίνες δὲ καὶ οἱ ἐξ ἡλίου Ἀσκληπιάδαι ,εἰς μακρὸν τοῦ βίου διαφυλαχθέντες καὶ θνητῶν ἀνδρῶν γένεσιν πᾶσιν ἀνθρώποις παραπλησίαν ὑποστησάμενοι; πλὴν ἀλλὰ πάλιν αὐτοῖς, ὥσπερ διὰ μηχανῆς, τὰς αἰσχρὰς καὶ μυθικὰς περὶ θεῶν διηγήσεις ἀποφεύγουσιν, εἰς ἥλιον καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη ἀνατρέχοι ἂν ὁ λόγος.