Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.18
Not analysed yet
ἀλλὰ γὰρ μηκέτ’ ἔστω ὁ ἥλιος αὐτοῖς Ἡρακλῆς, ἔστω δ’ ὁ Διό- νυσος · καὶ τί ταῦτα πρὸς τὸν Διόνυσον ; φαίη τις ἂν εἰκότως. τίς γὰρ ἡ τοῦτον γεννήσασα, εἴτε Σεμέλη τις λέγοιτο εἴτε Περσεφόνη ; πῶς δ’ ἂν εἴη ὁ Διόνυσος ὁμοῦ καὶ ἥλιος καὶ ἡ κατὰ τοὺς ὑγροὺς καρποὺς καὶ τὰ ἀκρόδρυα βλαστῶσα δύναμις ; τί δ’ ἂν γένοιτο τῶν συστρατευσαμένων αὐτῷ γυναικῶν τὸ πλῇθος; τίς δὲ καὶ ἡ τοῦ ἡλίου ,ὥσπερ οὑν ἡ τοῦ Διο- νύσου, Ἀριάδνη; τί δὲ μᾶλλον οἴνου, οὐχὶ δὲ σίτου καὶ ὀσπρίων καὶ τῶν ἀπὸ γῆς ἁπάντων καρπῶν γένοιτ᾿ ἂν χορηγὸς ὁ Διόνυσος ἐπὶ τὸν ἥλιον μεταγόμενος;