Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.24
Not analysed yet
τούτων δὲ ἁπάντων, ὡς ἂν πλάνης δεσμῶν ἀπολυθέντας, χρῆν δήπου τοὺς σοφοὺς καὶ μετεωρολέσχας πᾶσιν ἀνθρώποις τῆς φυσικῆς θεωρίας ἀφθόνως κοινωνεῖν, μονονουχὶ γυμνὠς προκηρύττοντας ἅπασι μὴ τὰ φαινόμενα, τὸν δ᾿ ἀφανῆ δημιουργὸν τῶν φαινομένων μόνον ἀποθαυμάζειν, καὶ τὰς ἀοράτους αὐτοῦ καὶ ἀσωμάτους δυνάμεις ἀοράτως καὶ ἀσωμάτως θρησκεύειν, οὐ πῦρ ἅψαντας, οὐδέ γε κριὸν καὶ ταῦρον θυσαμένους, ἀλλ’ οὐδὲ στεφάνοις καὶ ξοάνοις καὶ ναῶν οἰκοδομαῖς τὸ θεῖον τιμὰν οἰομένους ,λογισμοῖς δὲ κεκαθαρμένοις καὶ δόγμασιν ὀρθοῖς καὶ ἀληθέσι τοῦτο πράττοντας, ἐν ἀπαθείᾳ ψυχῆς καὶ τῇ πρὸς αὐτὸν κατὰ τὸ δυνατὸν τῆς ἀρετῆς ὁμοιώσει.