Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.25
Not analysed yet
ἀλλ’ οὐδείς γε πώποτε, οὐ βάρβαρος, οὐχ Ἕλλην, πᾶσιν ἀνθρώποις ταύτης κατῆρξε τῆς ἀληθείας ἢ μόνος ὁ ἡμέτερος σωτήρ· ὃς δὴ τῆς παλαιὰς πλάνης πᾶσι τοῖς ἔθνεσιν ἀποφυγὴν προκηρύξας τοῖς πᾶσιν ἀφθόνως εὕρετο τὴν πρὸς τὸν ἀληθῆ καὶ μόνον τῶν ὅλων θεὸν ἐπιστροφήν τε καὶ εὐσέβειαν · οἱ δὲ τηνάλλως σοφοὶ τοῦ βίου τὴν ἀνωτάτω φιλοσοφίαν αὐχήσαντες ,ᾖ φησιν ὁ θεῖος ἀπόστολος ‘‘γνόντες θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν ,ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φήσαντες γοῦν εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. ”