Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.3-2
Not analysed yet
Ταῦτα ἐκ τοῦ πρώτου μοι κείσθω τῶν Φίλωνος Ζητημάτων καὶ Λύσεων. ὁ δ’ αὐτὸς ἐν τῷ Περὶ γεωργίας προτέρῳ καὶ υἱὸν θεοῦ τὸν πρωτόγονον αὐτοῦ λόγον τοῦτον ὀνομάζει τὸν τρόπον. ‘Ταῦτα Ταῦτα δὴ πάντα ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς ἄγει κατὰ δίκην, νόμον προστησάμενος τὸν ὀρθὸν αὐτοῦ λόγον καὶ πρωτόγονον υἱὸν, ὃς τὴν ἐπιμέλειαν ῆς ἱερὰς ταύτης ἀγέλης, οἷά τις μεγάλου βασιλέως ὕπαρχος, διαδέξεται.”