Ancient Greek · ~4 min
13.4 to 13.7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.4-2-7
Not analysed yet
Καὶ ἐν τῷ δευτέρῳ δὲ πάλιν ὁ αὐτὸς τάδε γράφει πρὸς λέξιν ‘Τὰς Τὰς δυστροπίας οὖν εἴ τις ἀποδιδράσκειν βούλεται τὰς ἐν τοῖς διαπορηθεῖσι, λεγέτω μετὰ παρρησίας ὅτι οὐδὲν τῶν ἐνύλων κραταιὸν οὕτως ὡς τὸν κόσμον ἀχθοφορεῖν ἰσχῦσαι. λόγος δ’ ὁ ἀί· διος θεοῦ τοῦ αἰωνίου τὸ ὀχυρώτατον καὶ βεβαιότατον ἔρεισμα τῶν ὅλων ἐστίν. οὗτος ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα ταθεὶς δολιχεύει τὸν φύσεως ἀήττητον δρόμον, συνάγων τὰ μέρη πάντα καὶ σφίγγων. δεσμὸν γὰρ αὐτὸν ἄρρηκτον τοῦ παντὸς ὁ γεννήσας ἐποίει πατήρ. εἰκότως οὖν οὐδὲ γῆ πᾶσα διαλυθήσεται πρὸς παντὸς ὕδατος, ὅπερ αὐτῆς οἱ κόλποι κεχωρήκασιν, οὐδ᾿ ὑπὸ ἀέρος σβεσθήσεται πῦρ, οὐδ᾿ ἔμπαλιν ὑπὸ πυρὸς ἀὴρ ἀναφλεχθήσεται, τοῦ θείου λόγου μεθόριον τάττοντος αὑτὸν φωνῆεν στοιχείων ἀφώνων, ἵνα τὸ ὅλον ὥσπερ ἐπὶ τῆς ἐγγράμμου μουσικῆς συνηχήσῃ, τὰς τῶν ἐναντίων ἀπειλὰς πειθοῖ τῇ συνόδῳ μεσιτεύοντός τε καὶ διαιτῶντος.” Ταῦτα ὁ Φίλων. καὶ Ἀριστόβουλος δὲ ἄλλος Ἑβραίων σοφὸς ἀνὴρ, κατὰ τὴν τῶν Πτολεμαίων ἀκμάσας ἡγεμονίαν, κυροῖ τὸ δόγμα ὡς πάτριον, αὐτῷ Πτολεμαίῳ τὴν τῶν ἱερῶν νόμων προσφωνῶν ἑρμηνείαν, ἐν ᾗ τάδε φησί