Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.4
Not analysed yet
οὐ γάρ με ἡ ἀλαζὼν ἐκπλήξει φωνὴ ,φθέγξομαι οἷς θέμις ἐστὶ, θύρας δ’ ἐπίθεσθε βέβηλοι, φήσασα. βέβηλοι γοῦν οὐχ ἡμεῖς, ἀλλ’ οἵ γε τὰς τοιάσδε αἰσχρὰς καὶ ἀπρεπεῖς μυθολογίας κανθάρων πέρι καὶ θηρίων ἀλόγων σοφίας θεολόγου νοήματα εἶναι ἀποφηνάμενοι, οἱ, κατὰ τὸν θαυμάσιον ἀπόστολον, φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν · ὅτι δὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.”