Ancient Greek · ~2 min
13.5 to 13.6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.5-6
Not analysed yet
ἀλλ’ ἐπεὶ πάντα τὸν περὶ τούτων ἀπόρρητον δὴ καὶ μυστικώτερον λόγον εἰς ἀσωμάτους δυνάμεις μεταφορικῶς ἀνῆγον, ὥστε δοκεῖν μηκέτ’ ἐπὶ τὰ ὁρώμενα μέρη τοῦ κόσμου τὴν θεοποιίαν αὐτῶν συντείνειν, ἀλλ’ ἐπί τινας ἀοράτους καὶ ἀσωμάτους δυνάμεις ,σκεψώμεθα εἰ μὴ καὶ οὕτως μίαν χρὴ τὴν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ’ οὐ πολλὰς ἡγεῖσθαι. οὐδὲ γὰρ ἐπεὶ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ’ ἐνὶ σώματι δεδημιούργηται, τοσαύτας χρῆν ἡμᾶς τὰς ψυχὰς ἔχειν ἡγεῖσθαι, οὐδὲ τοσούτους ποιητὰς καὶ δημιουργοὺς τοῦ σώματος νομίζειν, ἀλλὰ καὶ ψυχὴν μίαν τὸ πᾶν σῶμα κινεῖν, καὶ μίαν δημιουργὸν δύναμιν τὸ πᾶν ζῷον τεκτήνασθαι.