Ancient Greek · ~4 min
13.8 to 13.10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.8-10
Not analysed yet
ὁ δὲ καὶ τὰς Αἰγυπτιακὰς μυθολογίας πάλιν ἐπὶ ἀσωμάτους μεταφέρει δυνάμεις, λαθὼν ὁ σοφώτατος αὐτὸς ἑαυτόν. ἀκήκοας γὰρ ἐν τοῖς πρόσθεν ὅπως τὸν Χαιρήμονα καὶ πλείους ἄλλους ὡμολόγει μηδ᾿ ἄλλο τι πρὸ τῶν ὁρω- μένων κόσμων ἡγεῖσθαι, ἐν ἀρχῆς τε λόγῳ τίθεσθαι τοὺς Αἰγυπτίους· τούτους γὰρ πάντα εἰς τὰ φυσικὰ καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἐρμηνεύειν. εἰ δὴ οὖν κατὰ τὴν αὐτῶν ὁμολογίαν Αἰγυπτίων ἦν τὸ μηδὲν ἀνάγειν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας, πάντα δὲ τὰ περὶ θεῶν αὐτοῖς μυθολογούμενα ἐπὶ τὰ φυσικὰ τοῦ κόσμου μέρη μεταφέρειν, τί δὴ ἐξ ὑπαρχῆς εὑρεσιλογοῦντες Αἰγυπτίοις τὰ μηδαμῶς αὐτῶν οἰκεῖα προσγράφετε ,ἐπὶ δυνάμεις ἀσωμάτους φάσκοντες αὐτοὺς τὴν ἀναφορὰν τῆς θεολογίας αὐτῶν ποιεῖσθαι; καθόλου μὲν οὖν ταῦτα αἰτιατέον. Καὶ ἐπὶ τῶν κατὰ μέρος δὲ ἡγοῦμαι τὸν ἔλεγχον τῆς κατηναγκασμένης ἀποδόσεως αὐτῶν οὐ μακρᾶς ἀνασκευῆς δασθαι. ἵνα γὰρ τὸν Αἰγυπτιακὸν παρελθών τις λῆρον καὶ τὴν πολλὴν αὐτῶν καὶ ἀδόλεσχον φλυαρίαν ἐπὶ τὰς τῶν σοφῶν Ἑλλήνων μετέλθοι φυσιολογίας ,τίς οὐκ ἂν τῶν εὖ φρονούν- τῶν αὐτόθεν καταμέμψαιτο τοῖς τὰ τοιαῦτα παρεξηγεῖσθαι πειρωμένοις;