Ancient Greek · ~4 min
14.10 to 14.13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 14.10-13
Not analysed yet
καὶ ὁ Ἑρμῆς δὲ πῶς ἂν νοοῖτο ὁ τῶν ἁπάντων ποιητικός τε καὶ ἑρμηνευτικὸς λόγος, μητέρα Μαῖαν τὴν Ἄτλαντς ὁμολογῶν ἐσχηκέναι, τήν γε περὶ αὐτοῦ λεγομένην μυθολογίαν, ἀλλ’ οὐ φυσιολογίαν ἐγκρίνας; οὕτω καὶ ὁ Ἀσκληπιὸς πῶς ἂν μετάγοιτο εἰς ἥλιον, πατρίδα τὴν Τρίκκην ἐπιγραθόμενος μένος καὶ ἀπὸ θνητῆς ὁμολογῶν γεγονέναι μητρός; πῶς δ’ ἂν ἥλιος ὢν αὐτὸς τοῦ ἡλίου πάλιν υἱὸς ἀποφανθείη; ἐπεὶ καὶ τὸν αὐτοῦ πατέρα τὸν Φοῖβον οὐκ ἄλλον εἶναι τοὐ ἡλίου ἐφυ- σιολόγησαν. ἐξ ἡλίου δὲ καὶ θνητῆς γυναικὸς φάναι αὐτὸν πῶς οὐ πάντων καταγελαστότατον ; ἐπεὶ καὶ αὐτὸν τὸν πατέρα ἥλιον, ὃν δὴ Ἀπόλλωνά φασιν εἶναι, πῶς εἰκὸς ἐν Δήλῳ γεγεννῆσθαι τῇ νήσῳ ὑπὸ θνητῆς πάλιν μητρὸς τῆς Λητοῦς; ἐνταῦθά μοι τήρει ὁπόσους Ἕλληνες θεοὺς γεννητοὺς γυναικῶν ἐθεολόγησαν, εἰς παράθεσιν, εἴ ποτε πειρῷντο σκώπτειν τὴν τοῦ ἡμετέρου σωτῆρος γένεσιν, καὶ ὅτι οὐ ποιητῶν εἰσιν αἶ φωναὶ, ἀλλ’ αὐτῶν τῶν θεῶν αἰ προκείμεναι σημειώσεις.