Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 15.1
Not analysed yet
Ποιητῶν μὲν οὖν ,ὥς φασι, μύθους περὶ θεῶν πλαττομένων, φιλοσόφων δὲ φυσιολογούντων, χρῆν δήπου εἰκότως τῶν μὲν καταφρονεῖν, τοὺς δὲ θαυμάζειν ὡς φιλοσόφους ,καὶ μᾶλλον τῶν ποιητι- κῶν λήρων τὰς τόν κρειττόνων ἐκδέχεσθαι πιθανο- λογίας· θεῶν δ’ αὖ πάλιν καὶ φιλοσόφων εἰς ἅμιλ- λαν κατιόντων ,καὶ τῶν μὲν ἐν χρησμοῖς τὰ καθ’ ἑαυτοὺς, ὡς ἂν μᾶλλον εἰδότων, ἀκριβῶς διδασκόντων, τῶν δὲ εἰς ἀσυμφώνους καὶ ἀναποδείκτους εὑρεδιλογίας τὰς περὶ ὣν μὴ ἴσασιν ὑπονοίας περιτρε- πόντων, τίσιν αἱρεῖ λόγος πείθεσθαι; ἢ τοῦτο οὐδὲ ἐρωτᾶν ἄξιον ;