Ancient Greek · ~2 min
14.2 to 14.3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 14.2-3-3
Not analysed yet
Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα περὶ τοῦδε καὶ παῖδες Ἑβραίων πεφιλοσοφήκασιν ἆρ᾿ οὖν οὐχ οὗτος λόγων εἴη ἂν ὁ θεοπρεπέστατος, δυνάμει θεοῦ λογικῇ καὶ πανσόφῳ, μᾶλλον δὲ αὐτῇ σοφίᾳ καὶ αὐτῷ θεοῦ λόγῳ τὴν ἀρχὴν ἀνατιθεὶς τῆς τοῦ παντὸς συστάσεως ἢ τοῖς ἀψύχοις καὶ ἀλόγοις στοιχείοις; ἀλλὰ γὰρ τοιαῦτα παρ᾿ Ἑβραίοις καὶ τὰ περὶ τῆς τῶν ὅλων ἀρχῆς. σκεψώμεθα δὲ καὶ ἃ περὶ τῆς τῶν λογικῶν συστάσεως, τῶν μετὰ τὴν πρώτην ἀρχὴν, ἐκδιδάσκουσι.