Ancient Greek · ~6 min
15.1 to 15.6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 15.1-3-6
Not analysed yet
Μετὰ τὴν ἄναρχον καὶ ἀγέννητον τοῦ θεοῦ παμβασιλέως οὐσίαν, τὴν οὐκ ἄλλοθεν ἢ ἐκ τοῦ πατρὸς γεγεννημένην ἀρχὴν, πρωτότοκόν τε οὖσαν καὶ συνεργὸν τῆς τοῦ πατρὸς βουλῆς, πρὸς αὐτόν τε ἀπεικονισμένην διδάσκουσι. ταύτην δὲ τῶν μετὰ ταῦτα γενητῶν ἀπάντων πρωτεύειν, παρ᾿ ὃ καὶ εἰκόνα θεοῦ αὐτὴν, καὶ θεοῦ δύναμιν, καὶ θεοῦ σοφίαν, καὶ θεοῦ λόγον, ναὶ μὴν καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου, μεγάλης τε βουλῆς ἄγγελον ἀποκαλεῖν εἰώθασι. τὰς δὲ μετὰ τήνδε τὴν ἀρχὴν νοερὰς καὶ λογικὰς δυνάμεις οὐ λεκτὰς εἶναι ἀνθρώπου φύσει, τοῦ τε πλήθους ἕνεκα τῆς τε κατ᾿ εἶδος διαφορὰς, πλὴν ὅσον ἐπιβάλλειν δυνατὸν τοῖς παραδείγμασιν ἐκ τῆς τῶν ὁρωμένων ἀναλογίας, ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ αὐτοῦ δὴ οὐρανοῦ ἔνδον ὑφ᾿ ἑαυτῷ τὰ σύμπαντα περιειληφότος. “ἄλλη γὰρ δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων” φησὶν ὁ θεῖος ἀπό- στολος· ἀστέρα γὰρ ἀστέρος διαφέρειν ἐν δόξῃ. ταύτῃ πη τοιγαροῦν καὶ τὸν ἐν ἀσωμάτοις καὶ νοεραῖς οὐσίαις κόσμον χρὴ νοεῖν, τὰ πάντα μὲν ἀθρόως ἀπολαβούσης τῆς ἀνεκφράστου καὶ ἀπειρομεγέθους δυνάμεως τοῦ θεοῦ τῶν ὅλων, δευτερευούσης δὲ μετὰ τὸν πατέρα τῆς δημιουργικῆς ὁμοῦ καὶ φωτιστικῆς δυνάμεως τοῦ θείου λόγου. διὸ καὶ φῶς ἀληθινὸν καὶ δικαιοσύνης ἥλιον Ἑβραίοις φίλον αὐτὸν ὀνομάζειν. τρίτης δὲ ἤδη μετὰ τὴν δευτέραν οὐσίαν ἐν χώρᾳ σελήνης καθισταμένης τοῦ ἁγίου πνεύματος, ὃ καὶ αὐτὸ ἐν τῇ πρώτῃ καὶ βασιλικῇ τῆς τῶν ὅλων ἀρχῆς ἀξίᾳ καὶ τιμῇ καταλέγουσιν, εἰς ἀρχὴν τῶν μετὰ ταῦτα γενητῶν, λέγω δὲ τῶν ὑπο- βεβηκότων καὶ τῆς παρ᾿ αὐτοῦ χορηγίας ἐπιδεομέ- νων, καὶ αὐτοῦ πρὸς τοῦ τῶν ὅλων ποιητοῦ κατατεταγμένου.