Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 14
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 14.3-2
Not analysed yet
Διὰ τούτων καὶ τῶν τούτοις ὁμοίων ὁ γενναἲος Ἑλλήνων φιλόσοφος, ὁ θαυμαστὸς θεολόγος, ὁ τῶν ἀπορρήτων μύστης, τὴν ἐκ λογίων φιλοσοφίαν ὡς ἀπόρρητα θεῶν περιέχουσαν λόγια παραφαίνει, ἄντικρυς τῆς πονηρᾶς καὶ δαιμονικῆς ἀληθῶς δυνά- μεως ἐξαγορεύων τὰς κατ᾿ ἀνθρώπων ἐνέδρας. τί γὰρ ἂν εἴη βιωφελὲς ἀνθρώποις ἐκ τῆς κακοτέχνου γοητείας;