Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 14
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 14.2-2
Not analysed yet
ὁ δ᾿ αὐτὸς καὶ ταῦτα παρατίθησιν “Ἒστι δὲ σύμβολα μὲν τῆς Ἑκάτης κηρὸς τρίχρωμος, ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ συνεστὼς, ἔχων τύπον Ἑκάτης φερούσης μάστιγα καὶ λαμπάδα καὶ ξίφος, περὶ ἣν εἱλείσθω δράκων· οὐ- ρανοῦ δὲ ἀστέρες οἱ θαλάττιοι πρὸ τῶν θυρῶν πεπατταλευμένοι. ταῦτα γὰρ οἱ θεοὶ αὐτοὶ μεμηνύκασι διὰ τούτων. λέγει δὲ ὁ Πὰν τούσδε δ᾿ αὖ ἐλαύνετε, κηρὸν ἐν πυρὸς μένει θέντες αἰόλου χροός· λευκὸς ἔστω καὶ μέλας, καὶ τὸ πῦρ φαεσφόρον ἄνθρακος πεφλεγμένου, δεῖμα νερτέρων κυνῶν γλύμμα δεινὸν Ἑκάτης. λαμπὰς ἔστω πρὸς χέρας, καὶ ξίφος τὸ ποίνιμον, καὶ δράκων περισταλὴς ἅμμασιν κόρην κρατῶν, δεινὸν ἀμφὶ κρᾶτα θεὶς, αἰόλη τε κλεὶς ὁμοῦ καὶ τὸ δαιμόνων κράτος μάστιγος ψόφος πολύς.”