Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 15.5
Not analysed yet
ἔστω γὰρ ὁ Ἀπόλλων ἥλιος —πάλιν γὰρ ἄνω καὶ κάτω εἰς τὰ αὐτὰ περιτρέχων αὐτοῖς ἁλώσεται ὁ λόγος —πῶς οὖν ἡ Δῆλος, ἡ κατὰ θάλατταν εἰσέτι νῦν προφαινομένη νῆσος, γένοιτ’ ἂν τοῦ ἡλίου πατρὶς, μήτηρ δὲ ἡ Λητώ; ταυτὶ γὰρ ἀρτίως ἐκύρουν ὡς ἀληθῆ γε ὄντα οἱ αὐτοῦ χρησμοί. πῶς δὲ καὶ τοῦ Ἀσκληπιοῦ ἀνδρος θνητοῦ τὴν φύσιν γένοιτ’ ἂν ὁ ἥλιος πατὴρ, ἐκ θνητῆς αὐτὸν γυναικὸς πεποιημένος ; ἀλλὰ παρείσθω ταύτα.