Ancient Greek · ~3 min
15.2 to 15.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 15.2-4
Not analysed yet
εἰ δὴ οὑν ἀληθεύσουσιν οἱ θεοὶ κυροῦντες τἀς περὶ αὐτῶν άνθρωποπαθείας, ψευδεῖς ἂν εἶεν οἶ ἀθετοῦντες αὐτάς · εἰ δὲ τῶν φιλοσόφων ἀληθεῖς αἶ φυσιολογίαι, ψευδεῖς γένοιντ’ ἂν αἱ τῶν θεῶν μαρτυρίαι. ἀλλὰ καὶ αὐτὸς, εἴποι τις ἂν, ὁ Ἀπόλλων ἴφη που ἐν χρησμοῖς ἐρωτηθεὶς περὶ αὑτοῦ ὅστις εἴη Ἥλιος, Ὧρος, Ὄσιρις, ἄναξ Δῖός υἱὸς, Ἀπόλλων, ὡρῶν καὶ καιρῶν ταμίης, ἀνέμων τε καὶ ὄμβρων, ήοῦς καὶ νυκτὸς πολυαστέρου ἡνία νωμῶν, ζαφλεγέων ἄστρων βασιλεὺς ἠδ’ ἀθάνατον πῦρ. οὐκοῦν οἱ αὐτοὶ καὶ τοῖς τῶν ποιητῶν μύθοις καὶ ταῖς τῶν φιλοσόφων ὑπονοίαις συμφέρονται, μαχο- μένοις συνιστάμενοι. εἰ γὰρ μητέρας ἐπιγράφονται θνητὰς καὶ πατρίδας τὰς ἐπὶ γῆς ὁμολογοῦσι, πῶς ἂν εἶεν οἵους φυσιολογοῦσιν;