Ancient Greek · ~3 min
15.6 to 15.7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 15.6-7
Not analysed yet
φέρε οὖν ἐλέγξωμεν καὶ ἀπο- δείξωμεν ὁπόσον ἡ τῆς πολυθέου πλάνης λύμη τοῦ βίου τῶν ἀνθρώπων πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας ἐκράτει. λελύσθαι γὰρ αὐτὴν καὶ καθῃρῆσθαι οὐκ ἄλλοτε ἢ κατὰ τοὺς Ἀδριανοῦ χρόνους ,φωτὸς δίκην ἤδη διαλαμπούσης ἐπὶ πάντα τόπον τῆς τοῦ Χριστοῦ διδασκαλίας. οἶς οὐχ ἡμεῖς, ἀλλ’ αὐτῶν πάλιν τῶν μὴ τὰ ἡμέτερα φρονούντων μαρτυρήσουσιν αἶ φωναὶ διαρρήδην, τῶν πρὸ τούτου χρόνων τοσαύτην κατηγοροῦσαι μοχθηρίαν ὥστε ἤδη τοὺς δεισιδαίμονας πέρα καὶ τῶν τῆς φύ- σεως ὅρων χωρεῖν, ὑπὸ τῶν ὀλεθρίων πνευμάτων ἐξοιστρουμένους καὶ δαιμονῶντας ἄντικρυς, ὡς καὶ τοῖς τῶν φιλτάτων αἵμασι καὶ ἄλλαις μυρίαις ἀνθρω- ποθυσίαις ἱλεοῦσθαι νομίζειν τὰς μιαιφόνους δυνάμεις. μεὶς.