Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 15.8
Not analysed yet
καί τις πατὴρ τὸν μονογενῆ παῖδα καὶ μή- τηρ τὴν ἀγαπητὴν θυγατέρα προσέθυσεν τῷ δαίμονι, καὶ κατέσφαττον οἱ φίλτατοι ὥς τι τῶν ἀλόγων καὶ ἀλλοτρίων θρεμμάτων τοὺς προσήκοντας ,ἔθυόν τε τοῖς δὴ θεοῖς κατὰ πόλεις καὶ χώρας τοὺς συνοίκους καὶ πολίτας ,τὴν φιλάνθρωπον καὶ συμπαθῆ φύσιν ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον ἀκονήσαντες ,καὶ τὸν μανιώδη καὶ δαιμονιακὸν ὡς ἀληθῶς ἐπιδεικνύμενοι τρόπον.