Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 15.9
Not analysed yet
εὕροις δ’ ἂν οὖν πάσαν ἐξετάζων Ἑλληνικήν τε καὶ βάρβαρον ἱστορίαν, ὅπως οἱ μὲν υἱεῖς, οἶ δὲ θυγατέρας ,οἱ δὲ καὶ σφᾶς αὐτοὺς τῶν δαιμόνων καθιέρουν θυσίαις. ἐγὼ δέ σοι καὶ τούτων τὸν καὶ πρότερον παρίστημι μάρτυρα ἐν τοῖς αὐτοῖς, ἐν οἷς τὴν τῶν ἀλόγων θρεμμάτων θυσίαν ὡς ἀνοσίαν καὶ ἀδικωτάτην ἀπηγόρευσε, ταῦτα φάσκοντα πρὸς ῥῆμα