Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.10-2
Not analysed yet
δεῖγμα δὲ τούτων τῆς θεοεχθρίας τὸ θέλειν σφὰς αὐτοὺς θεοὺς ἀναγορεύεσθαι, καὶ τἀς ἐπὶ θεῷ τιμὰς εἰς ἑαυτοὺς ὑφαρπάζειν, μαντείαις τε πειρᾶσθαι καὶ χρησμοῖς, ὥσπερ τισὶ θελγήτροις καὶ προβολίοις, τοὺς εὐχερεῖς δελεάζειν, καὶ τῆς μὲν ἐπὶ τὸν τῶν ὅλων θεὸν ἀνανεύσεως ἀποσπᾶν ἀποσπᾶν, κατασύρειν ἐπὶ τὸν πανώλεθρον τῆς δυσσεβοῦς καὶ ἀθέου δεισιδαιμονίας βυθόν· διὸ προτροπάδην φεύγειν αὐτῶν τὰς ἀπάτας μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ἐσπουδάζετο. διαρρήδην παιδεύουσιν ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια.