Ancient Greek · ~2 min
16.8 to 16.9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.8-9
Not analysed yet
ὧν βραχύ τι καὶ μικρὸν ἀπόσπασμα, γυμνασίου χάριν τῶν εὐσεβείας ἀθλητῶν, ἀμφὶ γῆν καὶ τὸν ὑπὸ σελήνην ἀέρα καταλειφθὲν, τῆς ἐν ἀνθρώποις πολυθέου πλάνης κατ’ οὐδὲν ἀθεότητος διαφερούσης συναίτιον γέγονε. τέθειται δὲ καὶ τούτοις ἡ θεία γραφὴ προσφυεῖς τἀς προσηγορίας, γυμνότερον μὲν, ὅτε πνεύματα πονηρὰ καὶ δαίμονας, ἀρχάς τε καὶ ἐξουσίας, καὶ κοσμοκράτορας, καὶ πνευματικὰ πονηρίας ἐπονομάζει· συμβολικῶς δὲ, ὅτε τὸν θεοφιλῆ παρορμῇ μηδὲν δεδίττεσθαι τὸ τῶν πολεμίων δαιμόνων στῖφος, δι’ ὧν φησιν “ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. ·