Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.13
Not analysed yet
τί δὴ οὖν, ὦ σοφώτατοι τῶν ἅλλων ζῴων ἄνθρωποι, τὰ μὲν θηρία περιφεύγομεν τὰ ἀνήμερα, κἄν που περιτύχωμεν ἄρκτῳ, ἢ λέοντι, ἐκτρεπόμεθα, ὡς· δ᾿ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, ἄψ τ᾿ ἀνεχώρησε. δαίμονας δ᾿ ὀλεθρίους καὶ ἀλιτηρίους, ἐπιβούλους τε καὶ μισανθρώπους καὶ λυμεῶνας ὄντας προαισθό- μένοι καὶ συνιέντες οὐκ ἐντρέπεσθε, οὐδὲ ἀποστρέ- φεσθε;”