Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.14
Not analysed yet
Τοσαῦτα καὶ ὁ Κλήμης. ἔχω δέ σοι καὶ ἄλλον x παραστῆσαι μάρτυρα τῆς τῶν ἀθέων καὶ ἀπανθρωπων δαιμόνων μιαιφονίας ,Διονύσιον τὸν Αλικαρνασσέα, ἄνδρα τῆς Ῥωμαϊκῆς ἱστορίας ἀκριβῆ τὴν γραφὴν ἅπασαν ἐκθέμενον. γράφει δ’ οὖν καὶ οὗτος τὸν Δία καὶ τὸν Ἀπόλλωνα αἰτῆσαί ποτε ἀνθρωπο- θυσίας, τοὺς δ’ αἰτηθέντας καρπῶν μὲν ἀπάντων καὶ βοσκημάτων τὸ λάχος ἀποθῦσαι τοῖς θεοῖς, ὅτι δὲ μὴ καὶ ἀνθρώπους ἔθυσαν παντοίαις περιστῆναι συμ- φοραῖς. οὐδὲν δὲ οἶον καὶ τοῦ συγγραφέως ἀκοῦσαι ὧδέ πη διεξιόντος