Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.16
Not analysed yet
“Ὡς δὲ ἀπενεχθέντα τὸν χρησμὸν ἔμαθον, οὐκ εἶχον τὰ λεγόμενα συμβαλεῖν. ἀμηχανοῦσι δὲ αὐτοῖς τῶν γεραιτέρων τις λέγει συμβαλὼν τὸ λόγιον, ὅτι τοῦ παντὸς ἡμαρτήκασιν, εἰ οἴονται τοὺς θεοὺς ἀδίκως αὐτοῖς ἐγκαλεῖν· χρημάτων μὲν γὰρ ἀποδεδόσθαι τὰς ἀπαρχὰς αὐτοῖς ἁπάσας ὀρθῶς τε καὶ σὺν δίκῃ, ἀνθρώπων δὲ γονῆς τὸ λάχος, χρῆμα παντὸς μάλιστα θεοῖς τιμιώτατον, ὀφείλεσθαι· εἰ δὲ δὴ καὶ τούτων λάβοιεν τὴν δικαίαν μοῖραν, τέλος ἕξειν σφίσι τὸ λόγιον. τοῖς μὲν δὴ ὀρθῶς ἐδόκει λέγεσθαι ταῦτα, τοῖς δ᾿ ἐξ ἐπιβουλῆς συγκεῖσθαι ὁ λόγος· εἰσηγησαμένου δέ τινος τὴν γνώμην τὸν θεὸν ἐπερέσθαι, εἰ αὐτῷ φίλον ἀνθρώπων δεκάτας ἀπολαμβάνειν, πέμπουσι τὸ δεύτερον θεοπρόπους, καὶ ὁ θεὸς ἀνεἲλεν οὕτω ποιεῖν.