Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.17
Not analysed yet
ἐκ δὲ τούτου στάσις αὐτοὺς καταλαμβάνει περὶ τοῦ τρόπου τῆς δεκατεύ- σεως· καὶ ἐν ἀλλήλοις οἶ προεστηκότες τῶν πόλεων τότε πρῶτον ἐταράχθησαν, ἔπειτα καὶ τὸ λοιπὸν πλῆ- θος δι’ ὑποψίας τοὺς ἐν τέλει ἐλάμβανεν. ἐγίνοντο δὲ οὐδενὶ κόσμῳ αἶ ἐπαναστάσεις, ἀλλ’, ὥσπερ εἰκὸς, οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνομένων ,καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη μέρους αὐτῶν μεθισταμένου· οὐ γὰρ ἐδικαίουν οἶ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπο- λείπεσθαι τῶν φιλτάτων καὶ ἐν τοῖς ἐχθίστοις ὑπο- μένειν. πρῶτον μὲν δὴ οὗτοι μεταστάντες ἐξ Ἰταλίας εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλα- νήθησαν. μετὰ δὲ τοὺς πρώτους ἕτεροι τὸ αὐτὸ ἔπα- θον, καὶ τοῦτο διετέλει γινόμενον ἐπὶ ἔτη. οὐ γὰρ ἀνίεσαν οἶ δυναστεύοντες ἐν ταῖς πόλεσι τῆς ἀνδρουμένης ἀεὶ νεότητος ἐξαιρούμενοι τὰς ἀπαρχὰς, τοῖς τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασια- σμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες. ἦν δὲ πολὺ καὶ τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον ὑπὸ τῶν διαφόρων · ὥστε πολλαὶ αἱ ἐπαναστάσεις ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν γένος διεφορήθη."