Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.19
Not analysed yet
Τοσαῦτα μὲν δὴ ταῦτα. καὶ ὁ Διόδωρος δὲ τὰ ὅμοια τούτοις ἐν εἰκοστῇ βίβλῳ τῆς ἱστορικῆς Βι- βλιοθήκης ἱστορεῖ, μετὰ τὴν Ἀλεξάνδρου τοὐ Μακε- δόνος τελευτὴν, ἐπὶ τοῦ πρώτου Πτολεμαίου, περὶ Καρχηδονίων ὑπὸ Ἀγαθοκλέους τοῦ Σικελίας τυράννου πολιορκουμένων, ταῦτα πρὸς λέξιν γράφων “Ηιτιῶντο δὲ καὶ τὸν Κρόνον αὐτοῖς ἐναντιοῦ- σθαι, καθ’ ὅσον ἐν τοῖς ἔμπροσθεν χρόνοις θύοντες τούτῳ τῷ θεῷ τῶν υἱῶν τοὺς κρατίστους ,ὕστερον ὠνούμενοι λάθρα παῖδας, καὶ θρέψαντες ἔπεμπον ἐπὶ τὴν θυσίαν ,καὶ ζητήσεως γενομένης εὑρέθησάν τινες τῶν καθιερουργημένων ὑποβολιμαἲοι γεγονότες. τούτων δὲ λαβόντες ἔννοιαν, καὶ τοὺς πολεμίους πρὸς τοῖς τείχεσιν ὁρῶντες στρατοπεδεύοντας, ἐδεισιδαιμόνουν ὡς καταλελυκότες τὰς πατρίους τῶν θεῶντιμάς. διορθώσασθαι δὲ τὰς ἀγνοίας σπεύδοντες διακοσίους μὲν τῶν ἐπιφανεστάτων παίδων προκρίναντες ἔθυσαν δημοσίᾳ, ἄλλοι δ᾿ ἐν διαβολαῖς ὄντες ἑκουσίως ἑαυτοὺς ἔδοσαν, οὐκ ἐλάττους ὄντες τριακοσίων. ἦν δὲ παρ᾿ αὐτοῖς ἀνδριὰς Κρόνου χαλκοῦς, ἐκτετακὼς τὰς χεῖρας ὑπτίας ἐκτεταμένας ἐπὶ τὴν γῆν, ὥστε τὸν συντιθέντα τῶν παίδων ἀποκωλύεσθαι καὶ πίπτειν εἴς τι χάσμα πλῆρες πυρός.”