Ancient Greek · ~5 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.18
Not analysed yet
Καὶ μετὰ βραχέα φησὶ "Λέγουσι δὲ καὶ τὰς θυσίας ἐπιτελεῖν τῷ Κρόνῳ τοὺς παλαιοὺς, ὥσπερ έν Καρχηδόνι τέως ἡ πόλις διέμεινε καὶ παρὰ Κελτοῖς εἰς τόδε χρόνου γίνεται, καὶ ἐν ἄλλοις τισὶ τῶν προσεσπερίων ἐθνῶν ἀνδρο- φονοῦσιν, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ Σατορνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ πυρὶ ἁγιζομένων ,ἔνα δὲ μηδὲν ᾖ τοῖς ἀνθρώποις δέους ἐνθύμιον, ὡς πατρίων ἠλογηκόσι θυσιῶν, διδάξαι τοὺς ἐπιχωρίους ἀπομειλιττομένους τὴν τοῦ θεοῦ μῆνιν ἀντὶ τῶν ἀνθρώπων ,οὓς συμποδίζοντες καὶ τῶν χειρῶν ἀκρατεῖς ποιοῦντες ἐρρίπτουν εἰς τὸ τοῦ Τιβέριος ῥεῖθρον, εἴδωλα ποιοῦντας ἀνδρείκελα, κεκοσμημένα τὸν αὐτὸν ἐκείνοις τρόπον, ἐμβάλλειν εἰς τὸν ποταμὸν, ἔνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε ἦν ἐν ταῖς ἀπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ, τόν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σωζομένων. τοῦτο δὲ καὶ μέχρις ἐμοῦ διετέλουν Ῥωμαῖοι δρῶντες ἔτι μικρὸν ὕστερον ἐαρινῆς ἰσημερίας ,ἐν μηνὶ Μαίῳ ταῖς καλουμέναις εἰδοῖς, διχομήνιδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν ,ἐν ᾗ προθύσαντες ἱερεῖα τὰ κατὰ τοὺς νόμους οἱ καλούμενοι ποντίφικες, ἱερέων οἱ διαφανέστατοι, καὶ σὺν αὐτοῖς αἱ τὸ ἀθάνατον πῦρ διαφυλάττουσαι παρθένοι ,στρατηγοί τε καὶ τῶν ἄλλων πολιτῶν οὓς παρεῖναι ταῖς ἱερουργίαις θέμις, εἴδωλα εἰς μορφὰς ἀνθρώπων εἰκασμένα, τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῆς ἱερᾶς γεφύρας βάλλουσιν εἰς τὸ ῥεῦμα τοῦ Τιβέριος, Ἀργείους αὐτὰ καλοῦντες."