Ancient Greek · ~2 min
16.2 to 16.3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.2-2-3
Not analysed yet
Τούτοις κατὰ καιρὸν ἐνταῦθα προσήκει καὶ τὰ Πλουτάρχου προσθεῖναι ἀφ’ οὗ πεποίηται δυγγράμματος “Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων.’’ Παυσαμένου δὲ τοῦ Ἀμμωνίου ,Μαλλὸν, ἔφην ἐγὼ, περὶ τοῦ μαντείου δίελθε ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη γὰρ ἡ πάλαι δόξα τῆς ἐκεῖ θεότητος, τὰ δὲ νῦν ἔοικεν ἀπομαραίνεσθαι. τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος ὁ Δημήτριος οὐδὲν ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν, τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυοἲν ἁπάντων ἔκλειψιν ὁρῶντας, ἀλλὰ κοινῇ σκοπεῖν δι᾿ ἣν αἰτίαν οὕτως ἐξησθένηκε.