Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.4
Not analysed yet
τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου γε τὴν Βοιωτίαν ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπε κομιδῆ, καθάπερ νάματα, καὶ πολὺς ἐπέσχε μαντικῆς αὐχμὸς τὴν χώραν. οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει τοἳς χρῄζουσιν ἀρύσασθαι μαντικῆς· τῶν δ᾿ ἄλλων τὰ μὲν σιγὴ, τὰ δὲ παντελὴς ἐρημία κατέσχηχε.” Ἔτι πρὸς τούτοις ὁ αὐτὸς περὶ τοῦ καὶ θνήσκειν d τοὺς αὐτῶν δαίμονας ταῦτά φησι