Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.26
Not analysed yet
τί δ’ ἂν γένοιτο δαιμονικώτερον ἀληθῶς θῶς τοῦ καλουμένου Ὠμαδίου Διονύσου. ᾧ φασιν ἐν Χίῳ ἄνθρωπον μελιστὶ διασπῶντας θύειν, ἢ τοῦ ἐν Τενέδῳ ὡσαύτως ,ὃν καὶ αὐτὸν διὰ τῆς ἀνθρωποθυσίας ἱλάσκοντο; ἀπηγόρευσε δ’ ἂν ὁ ἀληθὴς θεὸς καὶ τῷ Ἄρει τῷ βροτολοιγῷ καὶ φιλοπολέμῳ δαίμονι θύειν ἄνθρωπον, ἐνομοθέτησε δ’ ἂν μήτε τῶν οἰκείων μήτε τῶν ἀλλοτρίων τὰ φίλτατα κατα- σφάττειν αὐτῷ.