Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.27
Not analysed yet
εἰ δὲ καὶ τῇ Ἀθηνᾷ κατ’ ἔτος παρθένος, ὥς φασιν, ἐθύετο ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν, καὶ ταύτην εἰπεῖν πονηρὸν δαίμονα οὐκ ἂν ἐφυλάξατο ὁ ἀληθὴς θεός· ὡς καὶ τὸν ἐν Λιβύῃ τοῖς ὁμοίοις χαίροντα καὶ τὸν ἐπὶ τῆς Ἀραβίας, ᾧ καὶ αὐτῷ κατ᾿ ἔτος ἕκαστον ἔθυον παῖδα, ὂν καὶ ὑπὸ βωμὸν ἔθαπτον.