Ancient Greek · ~2 min
16.5 to 16.6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.5-6
Not analysed yet
καὶ πάλιν ‘τάδε λέγει κύριος, ἀνθ’ ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας, ,θεός εἰμι ἐγὼ, κατοικίαν θεοῦ κατῴκηκα.” καὶ αὖθις “σὺ ἀποσφράγισμα ὁμοιώσεως, καὶ στέφανος κάλλους, ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ θεοῦ ἐγενήθης, πάντα λίθον χρηστὸν ἐνδέδεσαι” καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει ἐν ὄρει ἁγίῳ θεοῦ ἐγενήθης, ἐν μέσῳ λίθων πυρίνων ἐγεννήθης, ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου, ἀφ’ ἧς ἡμέρας σὺ ἐκτίσθης, ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί. ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοὺ κάλλους σου, διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρ- ριψά σε.”