Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 16.7
Not analysed yet
Διὰ δὴ τούτων ἄντικρυς τὴν μετὰ τῶν θειοτέρων δυνάμεων προτέραν τοῦ δηλουμένου διατριβὴν καὶ τὴν ἀπὸ τῶν κρειττόνων δι’ οἰκείαν μεγαλαυχίαν καὶ θεομαχίαν ἀπόπτωσιν μεμαθήκαμεν μυρίον δέ ἐστιν ἄλλο γένος ὑπὸ τούτῳ τοῖς παραπλησίοις ἔνοχον πλημμελήμασιν, ὃ τῆς δυσσεβείας χάριν τῆς τῶν εὐσεβῶν ἀποπεσὸν λήξεως, ἀντὶ τῆς πάλαι φωτοειδοῦς καὶ θειοτέρας περιβολῆς τῆς τε ἐν τοῖς βασιλείοις τιμῆς καὶ τῆς ἐν μακαρίοις καὶ ἀγγελικοῖς χοροῖς διατριβῆς τὸν ἐφαρμόζοντα τοῖς δυσσεβέσι χῶρον, κρίσει δικαίᾳ καὶ ἀποφάσει τοῦ μεγάλου θεοῦ, Τάρταρον οἰκεῖν, ὃν ἄβυσσον οἱ θεῖοι λόγοι προσαγορεύουσι, καὶ σκότος οὐ τὸ παρ’ ἡμῖν, τὸ δ’ ὑπὸ τῶν θείων λογίων δηλούμενον, ἀντικατηλλάξατο