Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 17
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 17.11-2
Not analysed yet
ἀφιγμένου δὲ αὐτοῦ νεωστὶ στὶ σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημίας πολλὰς γενέσθαι, καὶ πνεύματα καταρραγῆναι, καὶ πεσεῖν πρηστῆρας. ἐπεὶ δ’ ἐλώφησε, λέγειν τοὺς νησιώτας ὅτι τῶν κρειττόνων τινὸς ἔκλειψις γέγονεν · ὡς γὰρ λύχνος ἀναπτόμενος, φάναι, δεινὸν οὐδὲν ἔχει, σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως αἶ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ πολλάκις μὲν, ὡς νῦν, πνεύματα καὶ χαλάζας τρέφουσι, πολλάκις δὲ λοιμικοῖς πάθεσι τὸν ἀέρα φαρμάττουσιν.