Ancient Greek
17.12 to 17.14
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 17.12-14
Not analysed yet
ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύδοντα· δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι· πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας.” Τοσαῦτα ὁ Πλούταρχος. ἐπιτηρῆσαι δὲ ἄξιον τὸν καιρὸν ἐν ᾧ φησι τὸν θάνατον γεγονέναι τοῦ δαίμονος. οὗτος δὲ ἦν ὁ κατὰ Τιβέριον καθ᾿ ὃν ὁ ἡμέτερος σωτὴρ τὰς σὺν ἀνθρώποις ποιούμενος διατριβὰς πᾶν γένος δαιμόνων ἐξελαύνειν τοῦ τῶν ἀνθρώπων ἀναγέγραπται βίου· ὥστε ἤδη τινὰς τῶν δαιμόνων γονυπετεῖν αὐτὸν, καὶ ἱκετεύειν μὴ τῷ περιμένοντι αὐτοὺς Ταρτάρῳ παραδοῦναι. ἔχεις οὖν καὶ τῆς τῶν δαιμόνων καθαιρέσεως τὸν χρόνον, οὐκ ἄλλοτε ἐξ αἰῶνος ἱστορηθείσης, ὥσπερ οὖν καὶ τῆς ἀνθρωποθυσίας τῶν ἐθνῶν τὴν κατάλυσιν οὐκ ἄλλοτε ἢ μετὰ τὸ προελθὸν εἰς πάντας ἀνθρώπους κήρυγμα τῆς εὐαγγελικῆς διδασκαλίας γεγενημένην. ταῦτα μὲν οὖν ἡμῖν ἀπὸ τῆς νεωτέρας ἱστορίας ἐληλέγχθω.