Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 17
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 17.2
Not analysed yet
μόνος γὰρ οὗτος διὰ τοῦ προφήτου καὶ θεολόγου Μωυσέως προεκήρυξε τοῖς πᾶσι μὴ σέβειν ὡς ἀγαθοὺς δαίμονας τοὺς φαύλους, ἔμπαλιν δὲ ἀποτρέπεσθαι καὶ ἀπελαύνειν, ὡς ἂν πονηρὰ τυγχάνοντας πνεύματα· καὶ μὴν καὶ καθαιρεῖν αὐτῶν τούς τε νεὼς καὶ τὰς ἀνιέρους καὶ ἀτελέστους θρησκείας, καὶ πάμπαν ἐξ ἀνθρώπων ἀφανίζειν τὴν ὡς περὶ θεῶν αὐτῶν μνήμην, καὶ τὴν ἀπονεμομένην αὐτοῖς τιμὴν ἐνομοθέτησεν. οὐδὲ γὰρ τοὺς φαύλους ἀπομειλίσσεσθαι ὅσιον ἦν τοὺς τοῖς ἀγαθοῖς μεμελημένους.