Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 17
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 17.3
Not analysed yet
εἴτε δὲ Φύλαρχος εἴτε καὶ ὁστισοῦν ἱστορεῖ πάντας τοὺς Ἓλληνας πρὶν ἐπὶ τοὺς πολέμους ἐξιέναι ἀνθρωποκτονεῖν, καὶ τοῦτον μάρτυρα τῆς Ἑλλήνων δαιμονικῆς ἐπιληψίας μὴ ὄκνει παραλαμβάνειν· μὴ παρίδῃς μηδὲ τοὺς κατὰ τὴν Ἀφρικὴν, τούς τε Θρᾷκας καὶ τοὺς Σκύθας τὰ ὅμοια πράττοντας, ταῖς αὐταῖς τῶν δαιμόνων ὑπῆχθαι μανίαις ἀποφαίνεσθαι· ὡς καὶ τοὺς Ἀθηναίους καὶ τοὺς κατὰ τὴν Μεγάλην πόλιν, εἰ δὴ καὶ οὗτοι κατὰ τὰς τοῦ Μεγάλου Δῖός ἑορτὰς ἀνθρώπους ἔσφαζον.