Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 17
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 17.6-2
Not analysed yet
οὗτος ἔφη ποτὲ πλέων εἰς Ἰταλίαν ἐπιβῆναι νεὼς ἐμπορικὰ χρήματα καὶ συχνοὺς ἐπιβάτας ἀγούσης· ἐσπέρας δ᾿ ἤδη περὶ τὰς Ἐχινάδας νήσους ἀποσβῆναι τὸ πνεῦμα καὶ τὴν ναῦν διαφερομένην πλησίον γενέσθαι Παξῶν· ἐγρηγορέναι δὲ τοὺς πλείστους καὶ πίνειν, ἐπεὶ δεδειπνηκότες ἦσαν· ἐξαίφνης δὲ φωνῆς ἀπὸ τῆς νήσου τῶν Παξῶν ἀκουσθῆναι, Θαμνοῦν τινὸς βοῇ καλοῦντος, ὥστε θαυμάζειν· ὁ γὰρ Θαμνοῦς Αἰγύπτιος ἦν κυβερνήτης, οὐδὲ τῶν ἐμπλεόντων γνώριμος πολλοῖς ἀπ᾿ ὀνόματος. δὶς μὲν οὖν κληθέντα σιωπῆσαι, τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι, κἀκεῖνον ἐπιτείναντα τὴν φωνὴν εἰπεῖν, ὁπόταν γένῃ κατὰ τὸ Παλῶδες, ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκεν.