Ancient Greek · ~3 min
17.7 to 17.9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 17.7-9
Not analysed yet
τοῦτο ἀκούσαντας ὁ Ἐπιθέρσης ἔφη πάντας ἐκπλαγῆναι, καὶ διδόντας ἑαυτοῖς λόγον, εἴτε ποιῆσαι βέλ- τίον εἴη τὸ προστεταγμένον, εἴτε μὴ πολυπραγμονεῖν, ἀλλ’ ἐὰν, οὕτω γνῶναι τὸν Θαμνοῦν, εἰ μὲν εἴη πνεῦμα, παραπλεῖν ἡσυχίαν ἔχοντα, νηνεμίας δὲ καὶ γαλήνης περὶ τὸν τόπον γενομένης ἀνειπεῖν ἃ ἤκουσεν. ὡς οὖν ἐγένετο κατὰ τὸ Παλῶδες, οὔτε πνεύματος ὄντος οὔτε κλύδωνος, ἐκ πρύμνης βλέποντα τὸν Θαμονῦν πρὸς τὴν γῆν εἰπεῖν, ὥσπερ ἤκουσεν, ὅτι Πὰν ὁ μέγας τέθνηκεν, οὐ φθῆναι δὲ παυσάμενον αὐτὸν, καὶ γενέσθαι μέγαν οὐχ ἑνὸς, ἀλλὰ πολλῶν στεναγμὸν, ἅμα θαυμασμῷ μεμιγμένον. οἶα δὲ πολλῶν ἀνθρώπων παρόντων ταχὺ τὸν λόγον ἐν τῇ Ρώμῃ σκεδασθῆναι καὶ Θαμνοῦν γενέσθαι μετάπεμπτον ὑπὸ Τιβερίου Καίσαρος · οὕτω δὲ πιστεῦσαι τῷ λόγῳ τὸν Τιβέριον ὥστε διαπυνθάνεσθαι καὶ ζητεῖν περὶ τοῦ Πανός· εἰκάζειν δὲ τοὺς περὶ αὐτὸν φιλολόγους συχνοὺς ὄντας τὸν ἐξ Ἑρμοῦ καὶ Πηνελόπης γεγενημένον.