Ancient Greek · ~4 min
18.1 to 18.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 18.1-2-4
Not analysed yet
Ἀλλ᾿ ἐπεὶ μὴ τοῖς πᾶσι γνώριμα τυγχάνει τὰ εἰρημένα, εὖ μοι δοκεῖ ἐντεῦθεν ἐπὶ τὰ πᾶσι πρό- δηλα τοῖς φιλολόγοις μεταβῆναι, καὶ τοὺς παλαιτάτους τῷ χρόνῳ χρησμοὺς ἐξετάσαι ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδομένους, κἀν ταῖς κατὰ πόλιν διατριβαῖς τοῖς ἐπὶ παιδείᾳ φοιτῶσι παραδιδομένους. ἄνωθεν τοίνυν ἀναλαβὼν τὰς παλαιὰς ἱστορίας ἐπίσκεψαι οἷα ὁ Πύθιος Ἀθηναίοις χρᾷ λοιμῷ πιεσθεῖσι διὰ τὴν Ἀνδρόγεω τελευτήν. ἐλοίμωσσον δὲ πάντες Ἀθη- ναίοι δι’ ἑνὸς ἀνδρὸς θάνατον, τῆς δ’ ἐκ τῶν θεῶν ἐπικουρίας τυχεῖν ἠξίουν. τί ποτ’ οὖν αὐτοῖς ὁ σωτὴρ καὶ θεὸς παραινεῖ; τάχα πού τις οἰήσεται δικαιοσύνης τοῦ λοιποῦ καὶ φιλανθρωπίας ἐπιμέλεσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἢ μετανοεῖν ἐπὶ τῷ πλημμελήματι, καί τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐκτελεῖν, ὡς ἂν τῶν θεῶν τούτοις ἱλασκομένων. ἀλλὰ τούτων μὲν ἦν οὐδέν. τί γὰρ δὴ καὶ μέλον ἢν τούτων τοῖς θαυμασίοις θεοῖς, μᾶλλον δὲ τοῖς παμπονήροις δαἰμοσι; πάλιν οὖν τὰ αὐτοῖς συγγενῆ καὶ οἰκεῖα ,τὰ ἀνηλεῆ καὶ ὠμὰ καὶ ἀπάνθρωπα ,λοιμὸν ἐπὶ λοιμῷ φασι καὶ θανάτους ἐπὶ θανάτῳ.