Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 19
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 19.2-2
Not analysed yet
ἐῶ γὰρ τὸ Ἀνδρόγεω μὲν Ἀθήνησιν ἀποθανόντος ὑμᾶς ἀγανακτεῖν ,τῶν δὲ τοσούτων καὶ πανταχόθι καὶ πάντοτε καθεύδειν. καίτοι εἰδὼς ὅτι ἐδαλασσοκράτει τότε ὁ Μίνως, καὶ μέγα ἐδύνατο, καὶ πᾶσα ἡ Ἑλλὰς αὐτὸν ἐθεράπευε, καὶ ἦν καὶ διὰ τοῦτο δικαιότατος, καὶ νομοθέτης ἀγαθὸς, καὶ Ὁμήρῳ ἐδόκει Δῖός μεγάλου εἶναι ὀαριστὴς, καὶ ἀποθανὼν ἐν Ἅιδου δικαστὴς ,καὶ σὺ διὰ τοῦθ’ ὑπὲρ αὐτοῦ τἀς δίκας ταύτας εἰσεπράττου.