Ancient Greek · ~2 min
19.3 to 19.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 19.3-2-4
Not analysed yet
ἀλλὰ παραλείπω γε οὐδὲν ταῦτα ὑμῶν, καὶ ὅτι τοὺς φονεῖς ἐάσαντες τοὺς οὐδὲν αἰτίους πέμπειν ἐκελεύετε ἀποθανουμένους, καὶ τοῦτ’ ἐπ’ ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε κοινὸν ἀνθρώπων δικαστὴν, ὃς οὐδ’ αὐτὸ τοῦτο ἠπίατατο δικάσαι. καίτοι πόσους ὑμεῖς οἶ θεοὶ ἀντὶ τούτων τῶν κορῶν δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὖς ἀδίκως Αυδρόγεω ἀπεκτείνατε;” Ὁ δ’ αὐτὸς οὗτος συγγραφεὺς ὁπόσοις ὁ Ἀπόλων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας θανάτου αἴτιος τιος γέγονε, τὴν ἀμφὶ τοὺς Ἡρακλείδας ἀναλαβὼν ἱστορίαν, εὐθύνει λέγων οὕτως