Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.1-5
Not analysed yet
Οἵδε γοῦν περίγειοί τινες ὄντ’ ἐς καὶ καταχθόνιοι, τόν τε ἐπὶ γῆς βαρὺν καὶ ζοφερὸν ἀέρα περιπολοῦντες, πολοῦντες, καὶ τὸ σκότιον καὶ γεῶδες οἰκητήριον ἔχειν κατακεκριμένοι δι’ ἃς ὕστερον ἀποδώσομεν αἰτίας, τάφοις νεκρῶν καὶ μνήμασι καὶ πάσῃ τῇ μυ- σαρᾷ καὶ ἀκαθάρτῳ ὕλῃ ἐμφιλοχωροῦντες, αἵμασί τε καὶ λύθροις καὶ παντοίων ζῴων σώμασι τῇ τε ἐκ τῶν ἀναθυμιωμένων καὶ ἀπὸ τῆς γῆς ἐξατμιζομένων ἀναδόσει χαίροντες, οἵ τε τούτων ἄρχοντες ἀέριοί τινες ὑπάρχοντες, ἢ καὶ καταχθόνιοι δυνάμεις, ἐπεὶ κατέμαθον τὸ ἀνθρώπινον γένος κάτω που περὶ νεκρῶν ἀνδρῶν θεοποιίαν ἰλυσπώμενον, θυσίαις τε καὶ κνί- σαῖς ταῖς δὴ μάλιστα αὐτοῖς κεχαρισμέναις διὰ πάσης σπουδῆς ἐκπονούμενον, ἐγγύθεν ἔφεδροι καὶ συνεργοὶ τῆς πλάνης παρῆσαν, τοῖς τῶν ἀνθρώπων κακοῖς ἐπεντρυφῶντες, καὶ τοὺς ἠλιθίους τὰς ψυχὰς εὐχερῶς ἀπατῶντες κινήσεσί τε ξοάνων, ἃ δὴ ἐπὶ τιμῇ τῶν κατοιχομένων ἀνδρῶν πρὸς τῶν παλαιῶν ἀφιέρωται, καὶ ταῖς διὰ χρησμῶν φαντασίαις, θεραπείαις τε σωμάτων, ἃ διὰ τῆς οἰκείας αὐτῶν ἐνεργείας ἀφανῶς αὐτοὶ λυμαινόμενοι, πάλιν οἱ αὐτοὶ διὰ τῆς ἐξ αὐτῶν ἀνέσεως ἐλευθέρους παθῶν ἡφίε- σαν.