Ancient Greek
2.2 to 2.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.2-2-4
Not analysed yet
δι᾿ ὧν ἐπὶ μᾶλλον κατὰ κρημνῶν ἔφερον τοὺς δεισιδαίμονας, ὡς αὐτοὺς εἶναι νομίζειν ποτὲ μὲν οὐρανίους δυνάμεις καί τινας ἀληθῶς θεοὺς, ποτὲ δὲ τὰς τῶν τεθεοποιημένων ἡρώων ψυχάς. ἐντεῦθεν γοῦν ἤδη μείζων τις εἶναι καὶ σεμνοτέρα τοἲς πολλοῖς ἐνομίζετο ἡ τῆς πολυθέου πλάνης ὑπόληψις, μεταβαινούσης τῆς διανοίας ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὸ ἀφανὲς τῶν ἐγκρυπτομένων τοῖς ξοάνοις, καὶ τὴν πλάνην κραταιότερον ἐπικυρούσης . οὕτω δῆτα λοιπὸν οἱ περίγειοι δαίμονες, οἵ τε ἀμφὶ τὸν ἀέρα κοσμοκράτορες καὶ τὰ πνευματικὰ τῆς πονηρίας, ὅ τε ἐπὶ πᾶσιν αὐτοῖς τῆς κακίας ἐξάρχων, θεῶν οἱ μέγιστοι παρὰ τοῖς πᾶσιν ἐνομίζοντο· ἥ τε τῶν πάλαι νεκρῶν μνήμη τῆς μείζονος ἠξιοῦτο θεραπείας.