Ancient Greek · ~2 min
2.15 to 2.16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.15-16
Not analysed yet
τοῦτον δέ φασι τὸν θεὸν κατά τινας χρόνους φαίνεσθαι παρ’ ἀνθρώποις καὶ γεννᾶσθαι τὴν τοὐ σώματος φύσιν ἔχοντα μεμιγμένην ἐξ ἀνδρὸς καὶ γυναικός · κός · ἔνιοι δὲ τὰ τοιαῦτα τέρατα ὑπάρχειν φασὶ, σπανίως τε γεννώμενα σημαντικὰ ποτὲ μὲν κακῶν, ποτὲ δ’ ἀγαθῶν γίνεσθαι. "‟Τὰς δὲ Μούσας θυγατέρας εἶναι Δῖός καὶ d Μνημοσύνης, τινὲς δὲ Οὐρανοῦ καὶ Γῆς. παρθένους τε αὐτὰς οἱ πλεῖστοι μυθολογοῦσι, τυχεῖν τε τῆς προσηγορίας ἀπὸ τοῦ μυεῖν τοὺς ἀνθρώπους ,τοῦτο δέ ἐστι διδάσκειν τὰ καλά. "