Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.17
Not analysed yet
‘‘Περὶ δὲ τοῦ Ἡρακλέους Ἕλληνες τοιαῦτά φασι · Δανάης τῆς Ἀκρισίου καὶ Δῖός γενέσθαι Περσέα, Πέρσεως δὲ καὶ Ἀνδρομέδας Ἠλεκτρύωνα, ἐκ δὲ τούτου γενέσθαι τὴν Ἀλκμήνην ,ᾗ μιγέντα τὸν Δία γεννῆσαι τὸν Ἡρακλέα. μισγόμενον δὲ αὐτῇ τὸν Δία τριπλασίονα τὴν νύκτα ποιῆσαι· μόνην δὲ ταύτην τοῦ Δῖός τὴν ὁμιλίαν οὐκ ἐρωτικῆς ἐπιθυμίας ἕνεκα γενέσθαι, καθάπερ ἐπὶ τῶν ἄλλων γυναικῶν, ἀλλὰ τὸ πλεῖστον τῆς παιδοποιίας χάριν.